Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 28.14 Dem. 28.17 (English) >>Dem. 28.20

28.16διδοὺς ἅμα τε Θηριππίδῃ τὰς ἑβδομήκοντα μνᾶς, καὶ τούτῳ τήν τʼ ἐμὴν μητέρʼ ἐγγυῶν ἐπὶ ταῖς ὀγδοήκοντα μναῖς, κἄμʼ εἰς τὰ τούτου γόνατα τιθείς· ὧν οὗτος πάντων ἀνθρώπων ἀνοσιώτατος οὐδένα λόγον ἐποιήσατο, κύριος τῶν ἐμῶν γενόμενος ἐπὶ τούτοις, ἀλλὰ τὰ χρήματά με πάντʼ ἀπεστερηκὼς μετὰ τῶν συνεπιτρόπων, ἐλεεῖσθαι νῦν ὑφʼ ὑμῶν ἀξιώσει, μνῶν οὐδʼ ἑβδομήκοντʼ ἄξια τρίτος αὐτὸς ἀποδεδωκώς, εἶτα καὶ τούτοις αὐτοῖς πάλιν ἐπιβεβουλευκώς. 28.17ὡς γὰρ τὰς δίκας ταύτας ἔμελλον εἰσιέναι κατʼ αὐτῶν, ἀντίδοσιν ἐπʼ ἐμὲ παρεσκεύασαν, ἵνʼ εἰ μὲν ἀντιδοίην, μὴ ἐξείη μοι πρὸς αὐτοὺς ἀντιδικεῖν, ὡς καὶ τῶν δικῶν τούτων τοῦ ἀντιδόντος γιγνομένων, εἰ δὲ μηδὲν τούτων ποιοίην, ἵνʼ ἐκ βραχείας οὐσίας λῃτουργῶν παντάπασιν ἀναιρεθείην. καὶ τοῦτʼ αὐτοῖς ὑπηρέτησε Θρασύλοχος Ἀναγυράσιος· τούτων οὐδὲν ἐνθυμηθεὶς ἀντέδωκα μέν, ἀπέκλεισα δʼ ὡς διαδικασίας τευξόμενος· οὐ τυχὼν δὲ ταύτης, τῶν χρόνων ὑπογύων ὄντων, ἵνα μὴ στερηθῶ τῶν δικῶν, ἀπέτεισα τὴν λῃτουργίαν ὑποθεὶς τὴν οἰκίαν καὶ τἀμαυτοῦ πάντα, βουλόμενος εἰς ὑμᾶς εἰσελθεῖν τὰς πρὸς τουτουσὶ δίκας.

28.18ἆρʼ οὐ μεγάλα μὲν ἐξ ἀρχῆς ἠδίκημαι, μεγάλα δʼ, ὅτι δίκην ζητῶ λαβεῖν, νῦν ὑπʼ αὐτῶν βλάπτομαι; τίς δʼ οὐκ ἂν ὑμῶν τούτῳ μὲν φθονήσειε δικαίως, ἡμᾶς δʼ ἐλεήσειεν, ὁρῶν τῷ μὲν πρὸς τῇ οὐσίᾳ τῇ παραδοθείσῃ πλεῖν δέκα ταλάντων τὴν ἐμὴν τοσαύτην οὖσαν προσγεγενημένην, ἡμᾶς δὲ μὴ μόνον τῶν πατρῴων διημαρτηκότας, ἀλλὰ καὶ τῶν νῦν παραδοθέντων διὰ τὴν τούτων πονηρίαν ἀπεστερημένους; ποῖ δʼ ἂν τραποίμεθα, εἴ τι ἄλλο ψηφίσαισθʼ ὑμεῖς περὶ αὐτῶν; εἰς τὰ ὑποκείμενα τοῖς δανείσασιν; ἀλλὰ τῶν ὑποθεμένων ἐστίν. ἀλλʼ εἰς τὰ περιόντʼ αὐτῶν; ἀλλὰ τούτου γίγνεται, τὴν ἐπωβελίαν ἐὰν ὄφλωμεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 28.14 Dem. 28.17 (English) >>Dem. 28.20

Powered by PhiloLogic